Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ἐγείνατο μὲν μόρον αὑτῷ,
  2. πατροκτόνον Οἰδιπόδαν,
  3. ὅστε ματρὸς ἁγνὰν
  4. σπείρας ἄρουραν, ἵνʼ ἐτράφη,
  5. ῥίζαν αἱματόεσσαν
  6. ἔτλα· παράνοια συνᾶγε
  7. νυμφίους φρενώλεις.
Χορός
  1. κακῶν δʼ ὥσπερ θάλασσα κῦμʼ ἄγει·
  2. τὸ μὲν πίτνον, ἄλλο δʼ ἀείρει
  3. τρίχαλον, ὃ καὶ περὶ πρύμ-
  4. ναν πόλεως καχλάζει.
  5. μεταξὺ δʼ ἀλκὰ διʼ ὀλίγου