Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- τίς ἄν σφε λούσειεν; ὦ
- πόνοι δόμων νέοι παλαι-
- οῖσι συμμιγεῖς κακοῖς.
- παλαιγενῆ γὰρ λέγω
- παρβασίαν ὠκύποινον·
- αἰῶνα δʼ ἐς τρίτον μένει·
- Ἀπόλλωνος εὖτε Λάιος
- βίᾳ, τρὶς εἰπόντος ἐν
- μεσομφάλοις Πυθικοῖς
- χρηστηρίοις θνᾴσκοντα γέν-
- νας ἄτερ σῴζειν πόλιν,
- κρατηθεὶς δʼ ἐκ φίλων ἀβουλιᾶν