Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- τεθηγμένον τοί μʼ οὐκ ἀπαμβλυνεῖς λόγῳ.
- νίκην γε μέντοι καὶ κακὴν τιμᾷ θεός.
- οὐκ ἄνδρʼ ὁπλίτην τοῦτο χρὴ στέργειν ἔπος.
- ἀλλʼ αὐτάδελφον αἷμα δρέψασθαι θέλεις;
- θεῶν διδόντων οὐκ ἂν ἐκφύγοις κακά.
- πέφρικα τὰν ὠλεσίοικον
- θεόν, οὐ θεοῖς ὁμοίαν,
- παναλαθῆ κακόμαντιν
- πατρὸς εὐκταίαν Ἐρινὺν
- τελέσαι τὰς περιθύμους
- κατάρας Οἰδιπόδα βλαψίφρονος·
- παιδολέτωρ δʼ ἔρις ἅδʼ ὀτρύνει.
- ξένος δὲ κλήρους ἐπινωμᾷ,
- Χάλυβος Σκυθᾶν ἄποικος,
- κτεάνων χρηματοδαίτας
- πικρός, ὠμόφρων σίδαρος,
- χθόνα ναίειν διαπήλας,
- ὁπόσαν καὶ φθιμένοισιν κατέχειν,
- τῶν μεγάλων πεδίων ἀμοίρους.
- ἐπεὶ δʼ ἂν αὐτοκτόνως