Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- φίλου γὰρ ἐχθρά μοι πατρὸς τάλαινʼ ἀρὰ
- ξηροῖς ἀκλαύτοις ὄμμασιν προσιζάνει,
- λέγουσα κέρδος πρότερον ὑστέρου μόρου.
- ἀλλὰ σὺ μὴ ʼποτρύνου· κακὸς οὐ κεκλή-
- σῃ βίον εὖ κυρήσας· μελάναιγις δʼ· οὐκ
- εἶσι δόμων Ἐρινύς, ὅταν ἐκ χερῶν
- θεοὶ θυσίαν δέχωνται;
- θεοῖς μὲν ἤδη πως παρημελήμεθα,
- χάρις δʼ ἀφʼ ἡμῶν ὀλομένων θαυμάζεται·
- τί οὖν ἔτʼ ἂν σαίνοιμεν ὀλέθριον μόρον;
- νῦν ὅτε σοι παρέστακεν· ἐπεὶ δαίμων
- λήματος ἐν τροπαίᾳ χρονίᾳ μεταλ-
- λακτὸς ἴσως ἂν ἔλθοι θελεμωτέρῳ
- πνεύματι· νῦν δʼ ἔτι ζεῖ.
- ἐξέζεσεν γὰρ Οἰδίπου κατεύγματα·
- ἄγαν δʼ ἀληθεῖς ἐνυπνίων φαντασμάτων
- ὄψεις, πατρῴων χρημάτων δατήριοι.
- πιθοῦ γυναιξί, καίπερ οὐ στέργων ὅμως.
- λέγοιτʼ ἂν ὧν ἄνη τις· οὐδὲ χρὴ μακράν.
- μὴ ʼλθῃς ὁδοὺς σὺ τάσδʼ ἐφʼ ἑβδόμαις πύλαις.