Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. τοιοῦδε φωτὸς πεῖραν εὖ φυλακτέον·
  2. Φόβος γὰρ ἤδη πρὸς πύλαις κομπάζεται.
Ἐτεοκλής
  1. πρῶτον μὲν Ὄγκα Παλλάς, ἥτʼ ἀγχίπτολις,
  2. πύλαισι γείτων, ἀνδρὸς ἐχθαίρουσʼ ὕβριν,
  3. εἴρξει νεοσσῶν ὣς δράκοντα δύσχιμον·
  4. Ὑπέρβιος δέ, κεδνὸς Οἴνοπος τόκος,
  5. ἀνὴρ κατʼ ἄνδρα τοῦτον ᾑρέθη, θέλων
  6. ἐξιστορῆσαι μοῖραν ἐν χρείᾳ τύχης,
  7. οὔτʼ εἶδος οὔτε θυμὸν οὐδʼ ὅπλων σχέσιν
  8. μωμητός, Ἑρμῆς δʼ εὐλόγως ξυνήγαγεν.
  9. ἐχθρὸς γὰρ ἁνὴρ ἀνδρὶ τῷ ξυστήσεται,
  10. ξυνοίσετον δὲ πολεμίους ἐπʼ ἀσπίδων