Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. Ὄγκας Ἀθάνας, ξὺν βοῇ παρίσταται,
  2. Ἱππομέδοντος σχῆμα καὶ μέγας τύπος·
  3. ἅλω δὲ πολλήν, ἀσπίδος κύκλον λέγω,
  4. ἔφριξα δινήσαντος· οὐκ ἄλλως ἐρῶ.
  5. ὁ σηματουργὸς δʼ οὔ τις εὐτελὴς ἄρʼ ἦν
  6. ὅστις τόδʼ ἔργον ὤπασεν πρὸς ἀσπίδι,
  7. Τυφῶνʼ ἱέντα πύρπνοον διὰ στόμα
  8. λιγνὺν μέλαιναν, αἰόλην πυρὸς κάσιν·
  9. ὄφεων δὲ πλεκτάναισι περίδρομον κύτος
  10. προσηδάφισται κοιλογάστορος κύκλου.
  11. αὐτὸς δʼ ἐπηλάλαξεν, ἔνθεος δʼ Ἄρει
  12. βακχᾷ πρὸς ἀλκὴν Θυιὰς ὣς φόβον βλέπων.