Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. δείξαθʼ ὡς φιλοπόλεις,
  2. μέλεσθέ θʼ ἱερῶν δημίων,
  3. μελόμενοι δʼ ἀρήξατε·
  4. φιλοθύτων δέ τοι πόλεος ὀργίων
  5. μνήστορες ἐστέ μοι.
Ἐτεοκλής
  1. ὑμᾶς ἐρωτῶ, θρέμματʼ οὐκ ἀνασχετά,
  2. ἦ ταῦτʼ ἄριστα καὶ πόλει σωτήρια,
  3. στρατῷ τε θάρσος τῷδε πυργηρουμένῳ,
  4. βρέτη πεσούσας πρὸς πολισσούχων θεῶν
  5. αὔειν, λακάζειν, σωφρόνων μισήματα;
  6. μήτʼ ἐν κακοῖσι μήτʼ ἐν εὐεστοῖ φίλῃ
  7. ξύνοικος εἴην τῷ γυναικείῳ γένει.
  8. κρατοῦσα μὲν γὰρ οὐχ ὁμιλητὸν θράσος,
  9. δείσασα δʼ οἴκῳ καὶ πόλει πλέον κακόν.
  10. καὶ νῦν πολίταις τάσδε διαδρόμους φυγὰς
  11. θεῖσαι διερροθήσατʼ ἄψυχον κάκην·
  12. τὰ τῶν θύραθεν δʼ ὡς ἄριστʼ ὀφέλλεται,
  13. αὐτοὶ δʼ ὑπʼ αὐτῶν ἔνδοθεν πορθούμεθα.
  14. τοιαῦτά τἂν γυναιξὶ συνναίων ἔχοις.
  15. κεἰ μή τις ἀρχῆς τῆς ἐμῆς ἀκούσεται,