Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ὄτοβον ἁρμάτων ἀμφὶ πόλιν κλύω·
  2. ὦ πότνιʼ Ἥρα.
  3. ἔλακον ἀξόνων βριθομένων χνόαι.
  4. Ἄρτεμι φίλα, ἒ ἒ ἒ ἔ,
  5. δοριτίνακτος αἰθὴρ δʼ ἐπιμαίνεται.
  6. τί πόλις ἄμμι πάσχει, τί γενήσεται;
  7. ποῖ δʼ ἔτι τέλος ἐπάγει θεός;
Χορός
  1. ἒ ἒ ἒ ἔ,
  2. ἀκροβόλων δʼ ἐπάλξεων λιθὰς ἔρχεται·
  3. ὦ φίλʼ Ἄπολλον·
  4. κόναβος ἐν πύλαις χαλκοδέτων σακέων,
  5. παῖ Διός, ὅθεν