Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ἐπίλυσιν φόβων, ἐπίλυσιν δίδου.
  2. σύ τʼ, Ἄρης, φεῦ, φεῦ, πόλιν ἐπώνυμον
  3. Κάδμου φύλαξον κήδεσαί τʼ ἐναργῶς.
  4. καὶ Κύπρις, ἅτʼ εἶ γένους προμάτωρ,
  5. ἄλευσον· σέθεν γὰρ ἐξ αἵματος
  6. γεγόναμεν· λιταῖσί σε θεοκλύτοις
  7. ἀυτοῦσαι πελαζόμεσθα.
  8. καὶ σύ, Λύκειʼ ἄναξ, Λύκειος γενοῦ
  9. στρατῷ δαΐῳ στόνων ἀντίτας.
  10. σύ τʼ, ὦ Λατογένει-
  11. α κούρα, τόξον εὐτυκάζου Ἄρτεμι φίλα.
Χορός
  1. ἒ ἒ ἒ ἔ,