Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- οὔ, πρίν γε χώραν τήνδε κινδύνῳ βαλεῖν.
- παθὼν κακῶς κακοῖσιν ἀντημείβετο.
- ἀλλʼ εἰς ἅπαντας ἀνθʼ ἑνὸς τόδʼ ἔργον ἦν.
- ἔρις περαίνει μῦθον ὑστάτη θεῶν.
- ἐγὼ δὲ θάψω τόνδε· μὴ μακρηγόρει.
- ἀλλʼ αὐτόβουλος ἴσθʼ, ἀπεννέπω δʼ ἐγώ.
- φεῦ φεῦ.
- ὦ μεγάλαυχοι καὶ φθερσιγενεῖς
- Κῆρες Ἐρινύες, αἵτʼ Οἰδιπόδα
- γένος ὠλέσατε πρυμνόθεν οὕτως,
- τί πάθω; τί δὲ δρῶ ; τί δὲ μήσωμαι;
- πῶς τολμήσω μήτε σὲ κλαίειν
- μήτε προπέμπειν ἐπὶ τύμβον ·
- ἀλλὰ φοβοῦμαι κἀποτρέπομαι
- δεῖμα πολιτῶν.
- σύ γε μὴν πολλῶν πενθητήρων
- τεύξει· κεῖνος δʼ ὁ τάλας ἄγοος
- μονόκλαυτον ἔχων θρῆνον ἀδελφῆς
- εἶσιν· τίς ἂν οὖν τὰ πίθοιτο ;
- δράτω τι πόλις καὶ μὴ δράτω