Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. μέλεοι δῆθ᾽ οἳ μελέους θανάτους
  2. ηὕροντο δόμων ἐπὶ λύμῃ.
Χορος
  1. ἰὼ ἰὼ δωμάτων
  2. ἐρειψίτοιχοι[*](ἐρειψίτοιχοι recc.: ἐρριψίταχοι (α mut. in οι m1) M) καὶ πικρὰς μοναρχίας
  3. ἰδόντες, ἤδη διήλ-
  4. λαχθε σὺν σιδάρῳ.[*](post 885 οὐκέτ᾽ ἐπὶ φιλίᾳ, ἀλλ᾽ ἐπὶ φόνῳ διεκρίθητε M, quod scholium in text. illatum eiecit Triclinius)
Χορος
  1. κάρτα δ᾽ ἀληθῆ πατρὸς Οἰδιπόδα
  2. πότνι᾽ Ἐρινὺς ἐπέκρανεν.
Χορος
  1. δι᾽ εὐωνύμων τετυμμένοι,
  2. τετυμμένοι δῆθ᾽,
  3. ὁμοσπλάγχνων τε πλευρωμάτων
  4. ---[*](lacunam indicavit Lachmann)
  5. αἰαῖ δαιμόνιοι,
  6. αἰαῖ δ᾽ ἀντιφόνων
  7. <δὴ[*](δὴ add. Weil)> θανάτων ἀραί.
  8. διανταίαν λέγεις [πλαγὰν[*](πλαγὰν seclusit Elmsley)] δόμοισι καὶ
  9. σώμασιν πεπλαγμένους, [ἐννέπω[*](ἐννέπω seclusit Elmsley)]
  10. ἀναυδάτῳ μένει
  11. ἀραίῳ τ᾽ ἐκ πατρὸς
  12. <οὐ[*](οὐ add. Wecklein)> διχόφρονι πότμῳ.