Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἐφραξάμεσθα μονομάχοισι προστάταις:
  2. καλῶς[*](καλῶς (δ᾽ suprascr. m1) M) ἔχει τὰ πλεῖστ᾽ ἐν ἓξ πυλώμασι:
  3. τὰς δ᾽ ἑβδόμας ὁ σεμνὸς ἑβδομαγέτης
  4. ἄναξ Ἀπόλλων εἵλετ᾽, Οἰδίπου γένει
  5. κραίνων παλαιὰς Λαΐου δυσβουλίας.
Χορος
  1. τί δ᾽ ἔστι πρᾶγμα νεόκοτον πόλει πλέον;
Αγγελος
  1. πόλις σέσωσται: βασιλέες[*](βασιλέες recc.: βασιλέως (εῖς suprascr. m1) M) δ᾽ ὁμόσποροι
Χορος
  1. τίνες; τί δ᾽ εἶπας; παραφρονῶ φόβῳ λόγου.
Αγγελος
  1. φρονοῦσα νῦν ἄκουσον: Οἰδίπου τόκω[*](τόκω Dindorf: τόκος (γένος suprascr. m) M)
Χορος
  1. οἲ ʼγὼ τάλαινα, μάντις εἰμὶ τῶν κακῶν.
Αγγελος
  1. οὐδ᾽ ἀμφιλέκτως μὴν κατεσποδημένω[*](κατεσποδημένω Dindorf: κατεσποδημένοι codd.)
Χορος
  1. ἐκεῖθι κεῖσθον;[*](κεῖσθον (ηλ suprascr. m) M) βαρέα δ᾽ οὖν ὅμως φράσον.
Αγγελος
  1. ἅνδρες[*](ἅνδρες Porson: ἄνδρες codd.) τεθνᾶσιν ἐκ χερῶν αὐτοκτόνων.
Χορος
  1. αὑτοὺς[*](αὑτοὺς Hartung: οὕτως codd.) ἀδελφαῖς χερσὶν ἠναίρονθ᾽ ἅμα;[*](ἅμα Nauck: ἄγαν codd.)
Αγγελος
  1. πέπωκεν αἷμα γαῖ᾽[*](γᾶν (in γαῖ mutatum m1) M) ὑπ᾽ ἀλλήλων φόνῳ.
Χορος
  1. οὕτως ὁ δαίμων κοινὸς ἦν ἀμφοῖν ἄγαν.[*](ἄγαν Nauck: ἅμα codd.)
Αγγελος
  1. αὐτὸς δ᾽ ἀναλοῖ δῆτα δύσποτμον γένος.[*](sic disponit Weil: codicum ordo numeris minoribus indicatur)
  2. τοιαῦτα χαίρειν καὶ δακρύεσθαι πάρα:
  3. πόλιν μὲν εὖ πράσσουσαν, οἱ δ᾽ ἐπιστάται,
  4. δισσὼ στρατηγώ, διέλαχον σφυρηλάτῳ