Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἐπεὶ δ᾽ ἀρτίφρων
  2. ἐγένετο μέλεος ἀθλίων
  3. γάμων, ἐπ᾽ ἄλγει δυσφορῶν
  4. μαινομένᾳ κραδίᾳ[*](κραδίᾳ Turnebus: καρδίᾳ codd.)
  5. δίδυμα κάκ᾽ ἐτέλεσεν:
  6. πατροφόνῳ χερὶ τῶν
  7. κρεισσοτέκνων [δ᾽ ἀπ᾽[*](δ᾽ ἀπ᾽ seclusit Burton (δ᾽ ἀπ᾽ M, δ᾽ rec.))] ὀμμάτων ἐπλάγχθη:
Χορος
  1. τέκνοις δ᾽ ἀγρίας[*](ἀγρίας Francken: ἀραίας codd.)
  2. ἐφῆκεν ἐπικότους[*](ἐπικότους] ἐπίκοτος Heath) τροφᾶς,[*](τροφᾶς rec., Heath: τροφὰς codd. cett.)
  3. αἰαῖ, πικρογλώσσους ἀράς,
  4. καί σφε σιδαρονόμῳ
  5. διὰ χερί[*](διὰ χερί Porson: διαχειρίαι M) ποτε λαχεῖν
  6. κτήματα: νῦν δὲ τρέω
  7. μὴ τελέσῃ καμψίπους Ἐρινύς,
Αγγελος
  1. θαρσεῖτε, παῖδες μητέρων τεθραμμέναι.
  2. πόλις πέφευγεν ἥδε δούλιον[*](δούλιον rec.: δούλειον codd. cett.) ζυγόν:
  3. πέπτωκεν ἀνδρῶν[*](δ᾽ ἀνδρῶν M) ὀβρίμων κομπάσματα:
  4. πόλις δ᾽ ἐν εὐδίᾳ τε καὶ κλυδωνίου
  5. πολλαῖσι πληγαῖς ἄντλον οὐκ ἐδέξατο.
  6. στέγει δὲ πύργος, καὶ πύλας φερεγγύοις