Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. κρατοῦσα μὲν γὰρ οὐχ ὁμιλητὸν θράσος,
  2. δείσασα δ᾽ οἴκῳ καὶ πόλει πλέον κακόν.
  3. καὶ νῦν πολίταις τάσδε διαδρόμους φυγὰς
  4. θεῖσαι διερροθήσατ᾽ ἄψυχον κάκην:
  5. τὰ τῶν θύραθεν δ᾽ ὡς ἄριστ᾽ ὀφέλλεται,
  6. αὐτοὶ δ᾽ ὑφ᾽ αὑτῶν ἔνδοθεν πορθούμεθα.
  7. τοιαῦτά τἂν γυναιξὶ συνναίων ἔχοις.[*](habent recc.: omittit M)