Seven Against Thebes
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ὑμᾶς ἐρωτῶ, θρέμματ᾽ οὐκ ἀνασχετά,
- ἦ ταῦτ᾽ ἄριστα καὶ πόλει σωτήρια,
- στρατῷ τε θάρσος τῷδε πυργηρουμένῳ,
- βρέτη πεσούσας πρὸς πολισσούχων θεῶν
- αὔειν, λακάζειν, σωφρόνων μισήματα;
- μήτ᾽ ἐν κακοῖσι μήτ᾽ ἐν εὐεστοῖ φίλῃ
- ξύνοικος εἴην τῷ γυναικείῳ γένει.