Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. πρὸς ταῦτα ῥιπτέσθω μὲν αἰθαλοῦσσα φλόξ,
  2. λευκοπτέρῳ δὲ νιφάδι καὶ βροντήμασι
  3. χθονίοις κυκάτω πάντα καὶ ταρασσέτω.
  4. γνάμψει γὰρ οὐδὲν τῶνδέ μʼ ὥστε καὶ φράσαι
  5. πρὸς οὗ χρεών νιν ἐκπεσεῖν τυραννίδος.
Ἑρμῆς
  1. ὅρα νυν εἴ σοι ταῦτʼ ἀρωγὰ φαίνεται.
Προμηθεύς
  1. ὦπται πάλαι δὴ καὶ βεβούλευται τάδε.
Ἑρμῆς
  1. τόλμησον, ὦ μάταιε, τόλμησόν ποτε
  2. πρὸς τὰς παρούσας πημονὰς ὀρθῶς φρονεῖν,
Προμηθεύς
  1. ὀχλεῖς μάτην με κῦμʼ ὅπως παρηγορῶν.
  2. εἰσελθέτω σε μήποθʼ ὡς ἐγὼ Διὸς
  3. γνώμην φοβηθεὶς θηλύνους γενήσομαι,
  4. καὶ λιπαρήσω τὸν μέγα στυγούμενον
  5. γυναικομίμοις ὑπτιάσμασιν χερῶν
  6. λῦσαί με δεσμῶν τῶνδε· τοῦ παντὸς δέω.
Ἑρμῆς
  1. λέγων ἔοικα πολλὰ καὶ μάτην ἐρεῖν·
  2. τέγγῃ γὰρ οὐδὲν οὐδὲ μαλθάσσῃ λιταῖς