Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ἐμαῖς· δακὼν δὲ στόμιον ὡς νεοζυγὴς
  2. πῶλος βιάζῃ καὶ πρὸς ἡνίας μάχῃ.
  3. ἀτὰρ σφοδρύνῃ γʼ ἀσθενεῖ σοφίσματι·
  4. αὐθαδία γὰρ τῷ φρονοῦντι μὴ καλῶς
  5. αὐτὴ καθʼ αὑτὴν οὐδενὸς μεῖζον σθένει.
  6. σκέψαι δʼ, ἐὰν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις,
  7. οἷός σε χειμὼν καὶ κακῶν τρικυμία
  8. ἔπεισʼ ἄφυκτος · πρῶτα μὲν γὰρ ὀκρίδα
  9. φάραγγα βροντῇ καὶ κεραυνίᾳ φλογὶ
  10. πατὴρ σπαράξει τήνδε, καὶ κρύψει δέμας
  11. τὸ σόν, πετραία δʼ ἀγκάλη σε βαστάσει.
  12. μακρὸν δὲ μῆκος ἐκτελευτήσας χρόνου
  13. ἄψορρον ἥξεις εἰς φάος· Διὸς δέ τοί
  14. πτηνὸς κύων, δαφοινὸς αἰετός, λάβρως
  15. διαρταμήσει σώματος μέγα ῥάκος,
  16. ἄκλητος ἕρπων δαιταλεὺς πανήμερος,
  17. κελαινόβρωτον δʼ ἧπαρ ἐκθοινήσεται.