Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- αἴσχιστα καὶ τάχιστα. μή τί σοι δοκῶ
- ταρβεῖν ὑποπτήσσειν τε τε τοὺς νέους θεούς;
- πολλοῦ γε καὶ τοῦ παντὸς ἐλλείπω. σὺ δὲ
- κέλευθον ἥνπερ ἦλθες ἐγκόνει πάλιν·
- πεύσῃ γὰρ οὐδὲν ὧν ἀνιστορεῖς ἐμέ.
- τοιοῖσδε μέντοι καὶ πρὶν αὐθαδίσμασιν
- ἐς τάσδε σαυτὸν πημονὰς καθώρμισας.
- τῆς σῆς λατρείας τὴν ἐμὴν δυσπραξίαν,
- σαφῶς ἐπίστασʼ, οὐκ ἂν ἀλλάξαιμʼ ἐγώ.
- κρεῖσσον γὰρ οἶμαι τῇδε λατρεύειν πέτρᾳ
- ἢ πατρὶ φῦναι Ζηνὶ πιστὸν ἄγγελον.
- οὕτως ὑβρίζειν τοὺς ὑβρίζοντας χρεών.
- χλιδᾶν ἔοικας τοῖς παροῦσι πράγμασι.
- χλιδῶ; χλιδῶντας ὧδε τοὺς ἐμοὺς ἐγὼ
- ἐχθροὺς ἴδοιμι· καὶ σὲ δʼ ἐν τούτοις λέγω.
- ἦ κἀμὲ γάρ τι συμφοραῖς ἐπαιτιᾷ;
- ἁπλῷ λόγῳ τοὺς πάντας ἐχθαίρω θεούς,