Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. τὸν τοῦ τυράννου τοῦ νέου διάκονον·
  2. πάντως τι καινὸν ἀγγελῶν ἐλήλυθεν.
Ἑρμῆς
  1. σὲ τὸν σοφιστήν, τὸν πικρῶς ὑπέρπικρον,
  2. τὸν ἐξαμαρτόντʼ εἰς θεοὺς ἐφημέροις
  3. πορόντα τιμάς, τὸν πυρὸς κλέπτην λέγω·
  4. πατὴρ ἄνωγέ σʼ οὕστινας κομπεῖς γάμους
  5. αὐδᾶν, πρὸς ὧν ἐκεῖνος ἐκπίπτει κράτους.
  6. καὶ ταῦτα μέντοι μηδὲν αἰνικτηρίως,
  7. ἀλλʼ αὔθʼ ἕκαστα φράζε· μηδέ μοι διπλᾶς
  8. ὁδούς, Προμηθεῦ, προσβάλῃς· ὁρᾷς δʼ ὅτι
  9. Ζεὺς τοῖς τοιούτοις οὐχὶ μαλθακίζεται.
Προμηθεύς
  1. σεμνόστομός γε καὶ φρονήματος πλέως
  2. ὁ μῦθός ἐστιν, ὡς θεῶν ὑπηρέτου.
  3. νέον νέοι κρατεῖτε καὶ δοκεῖτε δὴ
  4. ναίειν ἀπενθῆ πέργαμʼ· οὐκ ἐκ τῶνδʼ ἐγὼ
  5. δισσοὺς τυράννους ἐκπεσόντας ᾐσθόμην;
  6. τρίτον δὲ τὸν νῦν κοιρανοῦντʼ ἐπόψομαι