Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ἀλλʼ ἆθλον ἄν σοι τοῦδʼ ἔτʼ ἀλγίω πόροι.
Προμηθεύς
  1. ὁ δʼ οὖν ποιείτω· πάντα προσδοκητά μοι.
Χορός
  1. οἱ προσκυνοῦντες τὴν Ἀδράστειαν σοφοί.
Προμηθεύς
  1. σέβου, προσεύχου, θῶπτε τὸν κρατοῦντʼ ἀεί.
  2. ἐμοὶ δʼ ἔλασσον Ζηνὸς ἢ μηδὲν μέλει.
  3. δράτω, κρατείτω τόνδε τὸν βραχὺν χρόνον,
  4. ὅπως θέλει· δαρὸν γὰρ οὐκ ἄρξει θεοῖς.
  5. ἀλλʼ εἰσορῶ γὰρ τόνδε τὸν Διὸς τρόχιν,
  6. τὸν τοῦ τυράννου τοῦ νέου διάκονον·