Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. τρίαιναν, αἰχμὴν τὴν Ποσειδῶνος, σκεδᾷ.
  2. πταίσας δὲ τῷδε πρὸς κακῷ μαθήσεται
  3. ὅσον τό τʼ ἄρχειν καὶ τὸ δουλεύειν δίχα.
Χορός
  1. σύ θην ἃ χρῄζεις, ταῦτʼ ἐπιγλωσσᾷ Διός.
Προμηθεύς
  1. ἅπερ τελεῖται, πρὸς δʼ ἃ βούλομαι λέγω.
Χορός
  1. καὶ προσδοκᾶν χρὴ δεσπόσειν Ζηνός τινα;
Προμηθεύς
  1. καὶ τῶνδέ γʼ, ἕξει δυσλοφωτέρους πόνους.
Χορός
  1. πῶς δʼ οὐχὶ ταρβεῖς τοιάδʼ ἐκρίπτων ἔπη;
Προμηθεύς
  1. τί δʼ ἂν φοβοίμην ᾧ θανεῖν οὐ μόρσιμον;