Prometheus Bound
Aeschylus
Aeschylus, creator; Aeschylus with an English translation Vol I. Smyth, Herbert Weir, 1857- 1937, editor, translator. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.
- στείχωμεν, ὡς κώλοισιν ἀμφίβληστρʼ ἔχει.
- ἐνταῦθα νῦν ὕβριζε καὶ θεῶν γέρα
- συλῶν ἐφημέροισι προστίθει. τί σοι
- οἷοί τε θνητοὶ τῶνδʼ ἀπαντλῆσαι πόνων;
- ψευδωνύμως σε δαίμονες Προμηθέα
- καλοῦσιν· αὐτὸν γάρ σε δεῖ προμηθέως,
- ὅτῳ τρόπῳ τῆσδʼ ἐκκυλισθήσῃ τέχνης.
- ὦ δῖος αἰθὴρ καὶ ταχύπτεροι πνοαί,
- ποταμῶν τε πηγαί, ποντίων τε κυμάτων
- ἀνήριθμον γέλασμα, παμμῆτόρ τε γῆ,
- καὶ τὸν πανόπτην κύκλον ἡλίου καλῶ.
- ἴδεσθέ μʼ οἷα πρὸς θεῶν πάσχω θεός.
- δέρχθηθʼ οἵαις αἰκείαισιν
- διακναιόμενος τὸν μυριετῆ
- χρόνον ἀθλεύσω.
- τοιόνδʼ ὁ νέος ταγὸς μακάρων
- ἐξηῦρʼ ἐπʼ ἐμοὶ δεσμὸν ἀεικῆ.
- φεῦ φεῦ, τὸ παρὸν τό τʼ ἐπερχόμενον
- πῆμα στενάχω, πῇ ποτε μόχθων
- χρὴ τέρματα τῶνδʼ ἐπιτεῖλαι.