Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ἰσθμὸν δʼ ἐπʼ αὐταῖς στενοπόροις λίμνης πύλαις
  2. Κιμμερικὸν ἥξεις, ὃν θρασυσπλάγχνως σε χρὴ
  3. λιποῦσαν αὐλῶνʼ ἐκπερᾶν Μαιωτικόν·
  4. ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγας
  5. τῆς σῆς πορείας, Βόσπορος δʼ ἐπώνυμος
  6. κεκλήσεται. λιποῦσα δʼ Εὐρώπης πέδον
  7. ἤπειρον ἥξεις Ἀσιάδʼ·. ἆρʼ, ὑμῖν δοκεῖ
  8. ὁ τῶν θεῶν τύραννος ἐς τὰ πάνθʼ ὁμῶς
  9. βίαιος εἶναι; τῇδε γὰρ θνητῇ θεὸς