Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ὕψιστον, ἔνθα ποταμὸς ἐκφυσᾷ μένος
  2. κροτάφων ἀπʼ αὐτῶν. ἀστρογείτονας δὲ χρὴ
  3. κορυφὰς ὑπερβάλλουσαν ἐς μεσημβρινὴν
  4. βῆναι κέλευθον, ἔνθʼ, Ἀμαζόνων στρατὸν
  5. ἥξεις στυγάνορʼ, αἳ Θεμίσκυράν ποτε
  6. κατοικιοῦσιν ἀμφὶ Θερμώδονθʼ, ἵνα
  7. τραχεῖα πόντου Σαλμυδησσία γνάθος
  8. ἐχθρόξενος ναύταισι, μητρυιὰ νεῶν·
  9. αὗταί σʼ ὁδηγήσουσι καὶ μάλʼ ἀσμένως.