Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ὄσσοις δεδορκὼς τοὺς ἐμοὺς κατὰ στίβους.
  2. ἀπροσδόκητος δʼ αὐτὸν ἀφνίδιος μόρος
  3. τοῦ ζῆν ἀπεστέρησεν. οἰστροπλὴξ δʼ ἐγὼ
  4. μάστιγι θείᾳ γῆν πρὸ γῆς ἐλαύνομαι.
  5. κλύεις τὰ πραχθέντʼ· εἰ δʼ ἔχεις εἰπεῖν ὅ τι
  6. λοιπὸν πόνων, σήμαινε· μηδέ μʼ οἰκτίσας
  7. ξύνθαλπε μύθοις ψευδέσιν· νόσημα γὰρ
  8. αἴσχιστον εἶναί φημι συνθέτους λόγους.
Χορός
  1. ἔα ἔα, ἄπεχε, φεῦ·
  2. οὔποτʼ οὔποτʼ ηὔχουν ὧδε ξένους
  3. μολεῖσθαι λόγους εἰς ἀκοὰν ἐμάν,
  4. οὐδʼ ὧδε δυσθέατα καὶ δύσοιστα
  5. πήματα, λύματα, δείματα ἀμ-
  6. φάκει κέντρῳ τύψειν ψυχὰν ἐμάν.
  7. ἰὼ ἰὼ μοῖρα μοῖρα,
  8. πέφρικʼ εἰσιδοῦσα πρᾶξιν Ἰοῦς.
Προμηθεύς
  1. πρῴ γε στενάζεις καὶ φόβου πλέα τις εἶ·
  2. ἐπίσχες ἔστʼ ἂν καὶ τὰ λοιπὰ προσμάθῃς.
Χορός
  1. λέγʼ, ἐκδίδασκε· τοῖς νοσοῦσί τοι γλυκὺ
  2. τὸ λοιπὸν ἄλγος προυξεπίστασθαι τορῶς.