Prometheus Bound
Aeschylus
Aeschylus, creator; Aeschylus with an English translation Vol I. Smyth, Herbert Weir, 1857- 1937, editor, translator. Cambridge, Mass., Harvard University Press; London, William Heinemann, Ltd.: 1922.
- θεοπρόπους ἴαλλεν, ὡς μάθοι τί χρὴ
- δρῶντʼ ἢ λέγοντα δαίμοσιν πράσσειν φίλα.
- ἧκον δʼ ἀναγγέλλοντες αἰολοστόμους
- χρησμοὺς ἀσήμους δυσκρίτως τʼ εἰρημένους.
- τέλος δʼ ἐναργὴς βάξις ἦλθεν Ἰνάχῳ
- σαφῶς ἐπισκήπτουσα καὶ μυθουμένη
- ἔξω δόμων τε καὶ πάτρας ὠθεῖν ἐμέ,
- ἄφετον ἀλᾶσθαι γῆς ἐπʼ ἐσχάτοις ὅροις·
- κεἰ μὴ θέλοι, πυρωπὸν ἐκ Διὸς μολεῖν
- κεραυνόν, ὃς πᾶν ἐξαϊστώσοι γένος.
- τοιοῖσδε πεισθεὶς Λοξίου μαντεύμασιν
- ἐξήλασέν με κἀπέκλῃσε δωμάτων
- ἄκουσαν ἄκων· ἀλλʼ ἐπηνάγκαζέ νιν
- Διὸς χαλινὸς πρὸς βίαν πράσσειν τάδε.
- εὐθὺς δὲ μορφὴ καὶ φρένες διάστροφοι
- ἦσαν, κεραστὶς δʼ, ὡς ὁρᾶτʼ, ὀξυστόμῳ
- μύωπι χρισθεῖσʼ ἐμμανεῖ σκιρτήματι
- ᾖσσον πρὸς εὔποτόν τε Κερχνείας ῥέος
- Λέρνης τε κρήνην · βουκόλος δὲ γηγενὴς
- ἄκρατος ὀργὴν Ἄργος ὡμάρτει, πυκνοῖς