Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ὡς τἀποκλαῦσαι κἀποδύρασθαι τύχας
  2. ἐνταῦθʼ, ὅπου μέλλοι τις οἴσεσθαι δάκρυ
  3. πρὸς τῶν κλυόντων, ἀξίαν τριβὴν ἔχει.
Ἰώ
  1. οὐκ οἶδʼ ὅπως ὑμῖν ἀπιστῆσαί με χρή,
  2. σαφεῖ δὲ μύθῳ πᾶν ὅπερ προσχρῄζετε
  3. πεύσεσθε· καίτοι καὶ λέγουσʼ αἰσχύνομαι
  4. θεόσσυτον χειμῶνα καὶ διαφθορὰν
  5. μορφῆς, ὅθεν μοι σχετλίᾳ προσέπτατο.
  6. αἰεὶ γὰρ ὄψεις ἔννυχοι πωλεύμεναι
  7. ἐς παρθενῶνας τοὺς ἐμοὺς παρηγόρουν
  8. λείοισι μύθοις ὦ μέγʼ εὔδαιμον κόρη,
  9. τί παρθενεύει δαρόν, ἐξόν σοι γάμου
  10. τυχεῖν μεγίστου; Ζεὺς γὰρ ἱμέρου βέλει
  11. πρὸς σοῦ τέθαλπται καὶ συναίρεσθαι Κύπριν
  12. θέλει· σὺ δʼ, ὦ παῖ, μὴ ʼπολακτίσῃς λέχος
  13. τὸ Ζηνός, ἀλλʼ ἔξελθε πρὸς Λέρνης βαθὺν
  14. λειμῶνα, ποίμνας βουστάσεις τε πρὸς πατρός,