Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ποινὰς δὲ ποίων ἀμπλακημάτων τίνεις;
Προμηθεύς
  1. τοσοῦτον ἀρκῶ σοι σαφηνίσας μόνον.
Ἰώ
  1. καὶ πρός γε τούτοις τέρμα τῆς ἐμῆς πλάνης
  2. δεῖξον, τίς ἔσται τῇ ταλαιπώρῳ χρόνος.
Προμηθεύς
  1. τὸ μὴ μαθεῖν σοι κρεῖσσον ἢ μαθεῖν τάδε.
Ἰώ
  1. μήτοι με κρύψῃς τοῦθʼ ὅπερ μέλλω παθεῖν.
Προμηθεύς
  1. ἀλλʼ οὐ μεγαίρω τοῦδέ σοι δωρήματος.
Ἰώ
  1. τί δῆτα μέλλεις μὴ οὐ γεγωνίσκειν τὸ πᾶν;
Προμηθεύς
  1. φθόνος μὲν οὐδείς, σὰς δʼ ὀκνῶ θράξαι φρένας.
Ἰώ
  1. μή μου προκήδου μᾶσσον ὡς ἐμοὶ γλυκύ.
Προμηθεύς
  1. ἐπεὶ προθυμῇ, χρὴ λέγειν. ἄκουε δή.
Χορός
  1. μήπω γε· μοῖραν δʼ ἡδονῆς κἀμοὶ πόρε.
  2. τὴν τῆσδε πρῶτον ἱστορήσωμεν νόσον,
  3. αὐτῆς λεγούσης τὰς πολυφθόρους τύχας·
  4. τὰ λοιπὰ δʼ ἄθλων σοῦ διδαχθήτω πάρα.
Προμηθεύς
  1. σὸν ἔργον, Ἰοῖ, ταῖσδʼ ὑπουργῆσαι χάριν,
  2. ἄλλως τε πάντως καὶ κασιγνήταις πατρός.