Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- δειλαίαν παράκοπον ὧδε τείρεις;
- πυρί με φλέξον, ἢ χθονὶ κάλυψον, ἤ
- ποντίοις δάκεσι δὸς βοράν,
- μηδέ μοι φθονήσῃς
- εὐγμάτων, ἄναξ.
- ἄδην με πολύπλανοι πλάναι
- γεγυμνάκασιν, οὐδʼ ἔχω μαθεῖν ὅπα
- πημονὰς ἀλύξω.
- κλύεις φθέγμα τᾶς βούκερω παρθένου;
- πῶς δʼ οὐ κλύω τῆς οἰστροδινήτου κόρης,
- τῆς Ἰναχείας; ἣ Διὸς θάλπει κέαρ
- ἔρωτι, καὶ νῦν τοὺς ὑπερμήκεις δρόμους
- Ἥρᾳ στυγητὸς πρὸς βίαν γυμνάζεται.
- πόθεν ἐμοῦ σὺ πατρὸς ὄνομʼ ἀπύεις;
- εἰπέ μοι τᾷ μογερᾷ τίς ὤν;
- τίς ἄρα μʼ, ὦ τάλας, τὰν τάλαιναν ὧδʼ
- ἔτυμα προσθροεῖς;
- θεόσυτόν τε νόσον ὠνόμασας, ἃ
- μαραίνει με χρίουσα κέντροις, ἰώ,
- φοιταλέοισιν ἓ ἕ·