Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. σω δέ σε δερκομένα
  2. μυρίοις μόχθοις διακναιόμενον .
  3. Ζῆνα γὰρ οὐ τρομέων
  4. ἰδίᾳ γνώμᾳ σέβῃ θνατοὺς ἄγαν, Προμηθεῦ.
Χορός
  1. φέρʼ, ὅπως ἄχαρις χάρις, ὦ φίλος·
  2. εἰπὲ ποῦ τίς ἀλκά;
  3. τίς ἐφαμερίων ἄρηξις; οὐδʼ ἐδέρχθης
  4. ὀλιγοδρανίαν ἄκικυν,
  5. ἰσόνειρον, ᾇ τὸ φωτῶν
  6. ἀλαὸν γένος ἐμπεποδισμένον; οὔποτε
  7. τὰν Διὸς ἁρμονίαν θνατῶν παρεξίασι βουλαί.
Χορός
  1. ἔμαθον τάδε σὰς προσιδοῦσʼ ὀλο-
  2. ὰς τύχας, Προμηθεῦ.
  3. τὸ διαμφίδιον δέ μοι μέλος προσέπτα
  4. τόδʼ ἐκεῖνό θʼ, ὅ τʼ ἀμφὶ λουτρὰ
  5. καὶ λέχος σὸν ὑμεναίουν
  6. ἰότατι γάμων, ὅτε τὰν ὁμοπάτριον ἕδνοις
  7. ἄγαγες Ἡσιόναν πείθὼν δάμαρτα κοινόλεκτρον.
Ἰώ
  1. τίς γῆ; τί γένος; τίνα φῶ λεύσσειν
  2. τόνδε χαλινοῖς ἐν πετρίνοισιν