Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ὃς οὐράνιόν τε πόλον
- νώτοις στέγων ὑποστενάζει.
- βοᾷ δὲ πόντιος κλύδων
- ξυμπίτνων, στένει βυθός,
- κελαινὸς δʼ Ἄιδος ὑποβρέμει μυχὸς γᾶς,
- παγαί θʼ ἁγνορύτων ποταμῶν
- στένουσιν ἄλγος οἰκτρόν.
- μή τοι χλιδῇ δοκεῖτε μηδʼ αὐθαδίᾳ
- σιγᾶν με· συννοίᾳ δὲ δάπτομαι κέαρ,
- ὁρῶν ἐμαυτὸν ὧδε προυσελούμενον.
- καίτοι θεοῖσι τοῖς νέοις τούτοις γέρα
- τίς ἄλλος ἢ ʼγὼ παντελῶς διώρισεν;
- ἀλλʼ αὐτὰ σιγῶ· καὶ γὰρ εἰδυίαισιν ἂν
- ὑμῖν λέγοιμι· τἀν βροτοῖς δὲ πήματα
- ἀκούσαθʼ, ὥς σφας νηπίους ὄντας τὸ πρὶν
- ἔννους ἔθηκα καὶ φρενῶν ἐπηβόλους.
- λέξω δέ, μέμψιν οὔτινʼ ἀνθρώποις ἔχων,