Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- Ἀσίας ἕδος νέμονται,
- μεγαλοστόνοισι σοῖς πή-
- μασι συγκάμνουσι θνατοί.
- Κολχίδος τε γᾶς ἔνοικοι
- παρθένοι, μάχας ἄτρεστοι,
- καὶ Σκύθης ὅμιλος, οἳ γᾶς
- ἔσχατον τόπον ἀμφὶ Μαι-
- ῶτιν ἔχουσι λίμναν,
- Ἀραβίας τʼ ἄρειον ἄνθος,
- ὑψίκρημνον οἳ πόλισμα
- Καυκάσου πέλας νέμονται,
- δάιος στρατός, ὀξυπρῴ-
- ροισι βρέμων ἐν αἰχμαῖς.
- μόνον δὴ πρόσθεν ἄλλον ἐν πόνοις
- δαμέντʼ ἀδαμαντοδέτοις
- Τιτᾶνα λύμαις εἰσιδόμαν, θεόν,
- Ἄτλαντος αἰὲν; ὑπέροχον σθένος κραταιόν,