Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- θερμοῖς ἀπλάτου βέλεσι πυρπνόου ζάλης,
- καίπερ κεραυνῷ Ζηνὸς ἠνθρακωμένος.
- σὺ δʼ οὐκ ἄπειρος, οὐδʼ ἐμοῦ διδασκάλου
- χρῄζεις· σεαυτὸν σῷζʼ ὅπως ἐπίστασαι·
- ἐγὼ δὲ τὴν παροῦσαν ἀντλήσω τύχην,
- ἔστʼ ἂν Διὸς φρόνημα λωφήσῃ χόλου.
- οὔκουν, Προμηθεῦ, τοῦτο γιγνώσκεις, ὅτι
- ὀργῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι;
- ἐάν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ