Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ἐφεψαλώθη κἀξεβροντήθη σθένος.
  2. καὶ νῦν ἀχρεῖον καὶ παράορον δέμας
  3. κεῖται στενωποῦ πλησίον θαλασσίου
  4. ἰπούμενος ῥίζαισιν Αἰτναίαις ὕπο·
  5. κορυφαῖς δʼ ἐν ἄκραις ἥμενος μυδροκτυπεῖ
  6. Ἥφαιστος· ἔνθεν ἐκραγήσονταί ποτε
  7. ποταμοὶ πυρὸς δάπτοντες ἀγρίαις γνάθοις
  8. τῆς καλλικάρπου Σικελίας λευροὺς γύας·
  9. τοιόνδε Τυφὼς ἐξαναζέσει χόλον