Prometheus Bound
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ἔχρῃζον εἰσιδοῦσά τʼ ἠλγύνθην κέαρ.
- καὶ μὴν φίλοις γʼ ἐλεινὸς εἰσορᾶν ἐγώ.
- μή πού τι προύβης τῶνδε καὶ περαιτέρω;
- θνητούς γʼ ἔπαυσα μὴ προδέρκεσθαι μόρον.
- τὸ ποῖον εὑρὼν τῆσδε φάρμακον νόσου;
- τυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατῴκισα.
- μέγʼ ὠφέλημα τοῦτʼ ἐδωρήσω βροτοῖς.
- πρὸς τοῖσδε μέντοι πῦρ ἐγώ σφιν ὤπασα.
- καὶ νῦν φλογωπὸν πῦρ ἔχουσʼ ἐφήμεροι;