Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. τὸ μὴ διαρραισθέντας εἰς Ἅιδου μολεῖν.
  2. τῷ τοι τοιαῖσδε πημοναῖσι κάμπτομαι,
  3. πάσχειν μὲν ἀλγειναῖσιν, οἰκτραῖσιν δʼ ἰδεῖν·
  4. θνητοὺς δʼ ἐν οἴκτῳ προθέμενος, τούτου τυχεῖν
  5. οὐκ ἠξιώθην αὐτός, ἀλλὰ νηλεῶς
  6. ὧδʼ ἐρρύθμισμαι, Ζηνὶ δυσκλεὴς θέα.
Χορός
  1. σιδηρόφρων τε κἀκ πέτρας εἰργασμένος
  2. ὅστις, Προμηθεῦ, σοῖσιν οὐ συνασχαλᾷ
  3. μόχθοις· ἐγὼ γὰρ οὔτʼ ἂν εἰσιδεῖν τάδε