Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ἵνʼ οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶν
  2. ὄψει, σταθευτὸς δʼ ἡλίου φοίβῃ φλογὶ
  3. χροιᾶς ἀμείψεις ἄνθος. ἀσμένῳ δέ σοι
  4. ἡ ποικιλείμων νὺξ ἀποκρύψει φάος,
  5. πάχνην θʼ ἑῴαν ἥλιος σκεδᾷ πάλιν·
  6. ἀεὶ δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦ
  7. τρύσει σʼ· ὁ λωφήσων γὰρ οὐ πέφυκέ πω.
  8. τοιαῦτʼ ἐπηύρω τοῦ φιλανθρώπου τρόπου.
  9. θεὸς θεῶν γὰρ οὐχ ὑποπτήσσων χόλον
  10. βροτοῖσι τιμὰς ὤπασας πέρα δίκης.
  11. ἀνθʼ ὧν ἀτερπῆ τήνδε φρουρήσεις πέτραν
  12. ὀρθοστάδην, ἄυπνος, οὐ κάμπτων γόνυ·
  13. πολλοὺς δʼ ὀδυρμοὺς καὶ γόους ἀνωφελεῖς
  14. φθέγξῃ· Διὸς γὰρ δυσπαραίτητοι φρένες.
  15. ἅπας δὲ τραχὺς ὅστις ἂν νέον κρατῇ.
Κράτος
  1. εἶεν, τί μέλλεις καὶ κατοικτίζῃ μάτην;
  2. τί τὸν θεοῖς ἔχθιστον οὐ στυγεῖς θεόν,
  3. ὅστις τὸ σὸν θνητοῖσι προὔδωκεν γέρας;
Ἥφαιστος
  1. τὸ συγγενές τοι δεινὸν ἥ θʼ ὁμιλία.
Κράτος
  1. σύμφημʼ· ἀνηκουστεῖν δὲ τῶν πατρὸς λόγων