Prometheus Bound

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. Χθονὸς μὲν ἐς τηλουρὸν ἥκομεν πέδον,
  2. Σκύθην ἐς οἷμον, ἄβατον εἰς ἐρημίαν.
  3. Ἥφαιστε, σοὶ δὲ χρὴ μέλειν ἐπιστολὰς
  4. ἅς σοι πατὴρ ἐφεῖτο, τόνδε πρὸς πέτραις
  5. ὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαι
  6. ἀδαμαντίνων δεσμῶν ἐν ἀρρήκτοις πέδαις.
  7. τὸ σὸν γὰρ ἄνθος, παντέχνου πυρὸς σέλας,
  8. θνητοῖσι κλέψας ὤπασεν. τοιᾶσδέ τοι
  9. ἁμαρτίας σφε δεῖ θεοῖς δοῦναι δίκην,
  10. ὡς ἂν διδαχθῇ τὴν Διὸς τυραννίδα
  11. στέργειν, φιλανθρώπου δὲ παύεσθαι τρόπου.
Ἥφαιστος
  1. Κράτος Βία τε, σφῷν μὲν ἐντολὴ Διὸς
  2. ἔχει τέλος δὴ κοὐδὲν ἐμποδὼν ἔτι·
  3. ἐγὼ δʼ ἄτολμός εἰμι συγγενῆ θεὸν
  4. δῆσαι βίᾳ φάραγγι πρὸς δυσχειμέρῳ.
  5. πάντως δʼ ἀνάγκη τῶνδέ μοι τόλμαν σχεθεῖν·
  6. ἐξωριάζειν γὰρ πατρὸς λόγους βαρύ.
  7. τῆς ὀρθοβούλου Θέμιδος αἰπυμῆτα παῖ,
  8. ἄκοντά σʼ ἄκων δυσλύτοις χαλκεύμασι
  9. προσπασσαλεύσω τῷδʼ ἀπανθρώπῳ πάγῳ