Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- τοῦτο, Προμηθεῦ.
- καὶ νῦν ἐλαφρῷ ποδὶ κραιπνόσυτον
- θᾶκον προλιποῦσ᾽, αἰθέρα θ᾽ ἁγνὸν
- πόρον οἰωνῶν, ὀκριοέσσῃ
- χθονὶ τῇδε πελῶ, τοὺς σοὺς δὲ πόνους
- χρῄζω διὰ παντὸς ἀκοῦσαι.
- ἥκω δολιχῆς τέρμα κελεύθου
- διαμειψάμενος πρὸς σέ, Προμηθεῦ,
- τὸν πτερυγωκῆ τόνδ᾽ οἰωνὸν
- γνώμῃ στομίων ἄτερ εὐθύνων:
- ταῖς σαῖς δὲ τύχαις, ἴσθι, συναλγῶ.
- τό τε γάρ με, δοκῶ, συγγενὲς οὕτως
- ἐσαναγκάζει,
- χωρίς τε γένους οὐκ ἔστιν ὅτῳ
- μείζονα μοῖραν νείμαιμ᾽ ἢ σοί.
- γνώσει δὲ τάδ᾽ ὡς ἔτυμ᾽, οὐδὲ μάτην
- χαριτογλωσσεῖν[*](χαριτογλωσσεῖν ex Athenaeo Turnebus: σὲ τὸ χαριτογλωσσεῖν M) ἔνι μοι: φέρε γὰρ
- σήμαιν᾽ ὅ τι χρή σοι συμπράσσειν:
- οὐ γάρ ποτ᾽ ἐρεῖς ὡς Ὠκεανοῦ
- φίλος ἐστὶ βεβαιότερός σοι.