Prometheus Bound
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- οὐκ ἄλλο γ᾽ οὐδέν, πλὴν ὅταν κείνῳ δοκῇ.
- δόξει δὲ πῶς; τίς ἐλπίς; οὐχ ὁρᾷς ὅτι
- ἥμαρτες; ὡς δ᾽ ἥμαρτες οὔτ᾽ ἐμοὶ λέγειν
- καθ᾽ ἡδονὴν σοί τ᾽ ἄλγος. ἀλλὰ ταῦτα μὲν
- μεθῶμεν, ἄθλου δ᾽ ἔκλυσιν ζήτει τινά.
- ἐλαφρὸν ὅστις πημάτων ἔξω πόδα
- ἔχει παραινεῖν νουθετεῖν τε τὸν κακῶς
- πράσσοντ᾽:[*](τὸν κακῶς πράσσοντ᾽ Stanley: τοὺς κ. πράσσοντας codd.) ἐγὼ δὲ ταῦθ᾽ ἅπαντ᾽ ἠπιστάμην.
- ἑκὼν ἑκὼν ἥμαρτον, οὐκ ἀρνήσομαι:
- θνητοῖς ἀρήγων αὐτὸς ηὑρόμην πόνους.
- οὐ μήν τι ποιναῖς γ᾽ ᾠόμην τοίαισί με[*](τοιαῖσδε Wecklein)
- κατισχνανεῖσθαι πρὸς πέτραις πεδαρσίοις,
- τυχόντ᾽ ἐρήμου τοῦδ᾽ ἀγείτονος πάγου.
- καί μοι[*](καίτοι Robortello) τὰ μὲν παρόντα μὴ δύρεσθ᾽ ἄχη,
- πέδοι δὲ βᾶσαι τὰς προσερπούσας τύχας
- ἀκούσαθ᾽, ὡς μάθητε διὰ τέλους τὸ πᾶν.
- πίθεσθέ[*](πίθεσθε (bis) Blomfield: πείθεσθε (bis) codd.) μοι, πίθεσθε, συμπονήσατε
- τῷ νῦν μογοῦντι. ταὐτά τοι[*](ταὐτά τοι schol. et recc.: ταῦτά τοι M) πλανωμένη
- πρὸς ἄλλοτ᾽ ἄλλον πημονὴ προσιζάνει.
- οὐκ ἀκούσαις ἐπεθώυξας