Persians

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ὡς ὠμοφρόνως δαίμων ἐνέβη
  2. Περσῶν γενεᾷ: τί πάθω τλήμων;
  3. λέλυται γὰρ ἐμοὶ γυίων ῥώμη
  4. τήνδ᾽ ἡλικίαν ἐσιδόντ᾽ ἀστῶν.
  5. εἴθ᾽ ὄφελεν, Ζεῦ, κἀμὲ μετ᾽ ἀνδρῶν
  6. τῶν οἰχομένων
  7. θανάτου κατὰ μοῖρα καλύψαι.
Χορός
  1. ὀτοτοῖ,[*](ὀτοτοῖ Turnebus: ὀτοτοτοῖ M) βασιλεῦ, στρατιᾶς ἀγαθῆς
  2. καὶ περσονόμου τιμῆς μεγάλης,
  3. κόσμου τ᾽ ἀνδρῶν,[*](om. M, in margine add. m)
  4. οὓς νῦν δαίμων ἐπέκειρεν.
Ξέρξης
  1. γᾶ δ᾽ αἰάζει τὰν ἐγγαίαν
  2. ἥβαν Ξέρξᾳ κταμέναν Ἅιδου
  3. σάκτορι[*](σάκτορ M, ι add. m) Περσᾶν: ᾁδοβάται[*](ᾁδοβάται Hermann: ἀγδαβάται M V) γὰρ
  4. πολλοὶ φῶτες, χώρας ἄνθος,
  5. τοξοδάμαντες, πάνυ ταρφύς τις[*](ταρφύς τις Franz: γὰρ φύστις codd. et scholl.)
  6. μυριὰς ἀνδρῶν, ἐξέφθινται.
  7. αἰαῖ αἰαῖ κεδνᾶς ἀλκᾶς.[*](choro continuat Hermann: Xerxi tribuunt codd.)
  8. Ἀσία δὲ χθών, βασιλεῦ γαίας,
  9. αἰνῶς αἰνῶς