Persians
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- καὶ τὰς εὐκτεάνους[*](εὐκταιάνους M) κατὰ
- κλῆρον Ἰαόνιον[*](Ἰαόνιον Hermann: ἰόνιον codd.) πολυάνδρους
- Ἑλλάνων ἐκράτει[*](ἐκράτει Hermann: ἐκράτυνε codd. (-νεν M)) σφετέραις φρεσίν.
- ἀκάματον δὲ παρῆν σθένος
- ἀνδρῶν τευχηστήρων
- παμμίκτων τ᾽ ἐπικούρων.
- νῦν δ᾽ οὐκ ἀμφιλόγως
- θεότρεπτα[*](θεότρεπτα recc.: θεόπρεπτα M) τάδ᾽ αὖ
- φέρομεν πολέμοισι
- δμαθέντες μεγάλως
- πλαγαῖσι ποντίαισιν.
- ἰώ, δύστηνος ἐγὼ στυγερᾶς μοίρας
- τῆσδε κυρήσας ἀτεκμαρτοτάτης,