Persians

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. οἷος Ἀμίστρης ἠδ᾽ Ἀρταφρένης[*](ἀρταφρένης (ex ἀρταφέρνης factum) M: Α᾽ρταφέρνης plerique codd.)
  2. καὶ Μεγαβάτης[*](Μεγαβάτης V recc. aliquot: μεταβάτης M) ἠδ᾽ Ἀστάσπης,
  3. ταγοὶ Περσῶν,
  4. βασιλῆς βασιλέως ὕποχοι μεγάλου,
  5. σοῦνται, στρατιᾶς πολλῆς ἔφοροι,
  6. τοξοδάμαντές τ᾽ ἠδ᾽ ἱπποβάται,
  7. φοβεροὶ μὲν ἰδεῖν, δεινοὶ δὲ μάχην
  8. ψυχῆς εὐτλήμονι[*](εὐτλήμονι recc.: ἐν τλήμονι M V) δόξῃ:
  9. Ἀρτεμβάρης θ᾽ ἱππιοχάρμης
  10. καὶ Μασίστης,[*](Μασίστης (Herod. 7. 82): μασίστρης M) ὅ τε τοξοδάμας
  11. ἐσθλὸς Ἰμαῖος, Φαρανδάκης θ᾽,
  12. ἵππων τ᾽ ἐλατὴρ Σοσθάνης.
  13. ἄλλους δ᾽ ὁ μέγας καὶ πολυθρέμμων
  14. Νεῖλος ἔπεμψεν: Σουσισκάνης,
  15. Πηγασταγὼν Αἰγυπτογενής,
  16. ὅ τε τῆς ἱερᾶς Μέμφιδος ἄρχων
  17. μέγας Ἀρσάμης, τάς τ᾽ ὠγυγίους
  18. Θήβας ἐφέπων Ἀριόμαρδος,
  19. καὶ ἑλειοβάται ναῶν ἐρέται
  20. δεινοὶ πλῆθός τ᾽ ἀνάριθμοι.