Persians

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. κύρσαντες οὐκ εὐτυχῶς.
  2. δυσπόλεμον δὴ γένος τὸ Περσᾶν.
Ξέρξης
  1. πῶς δ᾽ οὔ; στρατὸν μὲν τοσοῦ-
  2. τον τάλας πέπληγμαι.
Χορός
  1. τί δ᾽ οὒκ ὄλωλεν, μέγ᾽ ἄλαστε,[*](μέγ᾽ ἄλαστε Wecklein: μεγάλατε M) Περσᾶν;
Ξέρξης
  1. ὁρᾷς τὸ λοιπὸν τόδε τᾶς ἐμᾶς στολᾶς;
Χορός
  1. ὁρῶ ὁρῶ.
Ξέρξης
  1. τόνδε[*](τόνδε Porson: τὰν δέ M G) τ᾽ ὀιστοδέγμονα—
Χορός
  1. τί τόδε λέγεις σεσωσμένον;
Ξέρξης
  1. θησαυρὸν βελέεσσιν.[*](βελέεσσιν Hermann: βέλεσσιν M)
Χορός
  1. βαιά γ᾽ ὡς ἀπὸ πολλῶν.
Ξέρξης
  1. ἐσπανίσμεθ᾽ ἀρωγῶν.
Χορός
  1. Ἰάνων[*](Ἰάνων Passow: ἰαόνων codd.) λαὸς οὐ φυγαίχμας.
Ξέρξης
  1. ἀγανόρειος: κατεῖ-
  2. δον δὲ πῆμ᾽ ἄελπτον.
Χορός
  1. τραπέντα ναύφρακτον ἐρεῖς ὅμιλον;
Ξέρξης
  1. πέπλον δ᾽ ἐπέρρηξ᾽ ἐπὶ συμφορᾷ κακοῦ.
Χορός
  1. παπαῖ παπαῖ.
Ξέρξης
  1. καὶ πλέον ἢ παπαῖ μὲν οὖν.
Χορός
  1. δίδυμα γάρ ἐστι καὶ τριπλᾶ.