Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. πάρεστιν οἰκεῖν καὶ μονορρύθμους δόμους.
  2. τούτων τὰ λῷστα καὶ τὰ θυμηδέστατα
  3. πάρεστι, λωτίσασθε. προστάτης δʼ ἐγὼ
  4. ἀστοί τε πάντες, ὧνπερ ἥδε κραίνεται
  5. ψῆφος. τί τῶνδε κυριωτέρους μένεις;
Χορός
  1. ἀλλʼ ἀντʼ ἀγαθῶν ἀγαθοῖσι βρύοις,
  2. δῖε Πελασγῶν.
  3. πέμψον δὲ πρόφρων δεῦρʼ ἡμέτερον
  4. πατέρʼ εὐθαρσῆ Δαναόν, πρόνοον
  5. καὶ βούλαρχον. τοῦ γὰρ προτέρα
  6. μῆτις, ὅπου χρὴ δώματα ναίειν
  7. καὶ τόπος εὔφρων. πᾶς τις ἐπειπεῖν
  8. ψόγον ἀλλοθρόοις
  9. εὔτυκος· εἴη δὲ τὰ λῷστα.
  10. σύν τʼ εὐκλείᾳ καὶ ἀμηνίτῳ
  11. βάξει λαῶν ἐγχώρων
  12. ---
  13. τάσσεσθε, φίλαι δμωίδες, οὕτως
  14. ὡς ἐφʼ ἑκάστῃ διεκλήρωσεν