Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- τοία δὲ δημόπρακτος ἐκ πόλεως μία
- ψῆφος κέκρανται, μήποτʼ ἐκδοῦναι βίᾳ
- στόλον γυναικῶν· τῶνδʼ ἐφήλωται τορῶς
- γόμφος διαμπάξ, ὡς μένειν ἀραρότως.
- ταῦτʼ οὐ πίναξίν ἐστιν ἐγγεγραμμένα
- οὐδʼ ἐν πτυχαῖς βίβλων κατεσφραγισμένα,
- σαφῆ δʼ ἀκούεις ἐξ ἐλευθεροστόμου
- γλώσσης. κομίζου δʼ ὡς τάχιστʼ ἐξ ὀμμάτων.
- ἔοιγμεν ἤδη πόλεμον ἀρεῖσθαι νέον.
- εἴη δὲ νίκη καὶ κράτη τοῖς ἄρσεσιν.
- ἀλλʼ ἄρσενάς τοι τῆσδε γῆς οἰκήτορας
- εὑρήσετʼ οὐ πίνοντας ἐκ κριθῶν μέθυ.
- ὑμεῖς δὲ πᾶσαι σὺν φίλαις ὀπάοσι
- θράσος λαβοῦσαι στείχετʼ εὐερκῆ πόλιν,
- πύργων βαθείᾳ μηχανῇ κεκλῃμένην.
- καὶ δώματʼ ἐστὶ πολλὰ μὲν τὰ δήμια,
- δεδωμάτωμαι δʼ οὐδʼ ἐγὼ σμικρᾷ χερί.
- ἔνθʼ ὑμίν ἐστιν εὐτύκους ναίειν δόμους
- πολλῶν μετʼ ἄλλων· εἰ δέ τις μείζων χάρις,