Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ὕβριν δʼ ἑτοίμως στυγοῦντες,
- πέλοιτʼ ἂν ἔνδικοι γάμοις.
- ἔστι δὲ κἀκ πολέμου τειρομένοις
- βωμὸς ἀρῆς φυγάσιν
- ῥῦμα, δαιμόνων σέβας.
- εὖ δʼ εἴη Διόθεν παναληθῶς.
- Διὸς ἵμερος οὐκ εὐθήρατος ἐτύχθη.
- παντᾷ τοι φλεγέθει
- κἀν σκότῳ μελαίνᾳ ξὺν τύχᾳ
- μερόπεσσι λαοῖς.
- πίπτει δʼ ἀσφαλὲς οὐδʼ ἐπὶ νώτῳ,
- κορυφᾷ Διὸς εἰ κρανθῇ , πρᾶγμα τέλειον.
- δαυλοὶ γὰρ πραπίδων
- δάσκιοί τε τείνουσιν πόροι
- κατιδεῖν ἄφραστοι.
- ἰάπτει δʼ ἐλπίδων
- ἀφʼ ὑψιπύργων πανώλεις
- βροτούς, βίαν δʼ
- οὔτινʼ ἐξοπλίζει·
- πᾶν ἄπονον δαιμονίων.