Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ἥμενος ὃν φρόνημά πως
- αὐτόθεν ἐξέπραξεν ἔμπας
- ἑδράνων ἐφʼ ἁγνῶν.
- ἰδέσθω δʼ εἰς ὕβριν
- βρότειον, οἵα νεάζει
- πυθμὴν διʼ ἁ-
- μὸν γάμον τεθαλὼς
- δυσπαραβούλοισι φρεσίν,
- καὶ διάνοιαν μαινόλιν
- κέντρον ἔχων ἄφυκτον, ἄταν δʼ
- ἀπάτᾳ μεταγνούς.
- τοιαῦτα πάθεα μέλεα θρεομένα λέγω
- λιγέα βαρέα δακρυοπετῆ,
- ἰὴ ἰή,
- ἰηλέμοισιν ἐμπρεπῆ· θρεομένη μέλη
- ζῶσα γόοις με τιμῶ.
- ἱλεοῦμαι μὲν Ἀπίαν βοῦνιν,
- καρβᾶνα δʼ αὐδὰν
- εὖ, γᾶ, κοννεῖς.
- πολλάκι δʼ ἐμπίτνω ξὺν λακίδι