Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. πρὶν ἄνδρʼ ἀπευκτὸν
  2. τῷδε χριμφθῆναι χροΐ.
  3. πρόπαρ θανούσας δʼ Ἀίδας ἀνάσσοι.
Χορός
  1. πόθεν δέ μοι γένοιτʼ ἂν αἰθέρος θρόνος,
  2. πρὸς ὃν νέφη μυδηλὰ γίγνεται χιών,
  3. ἢ λισσὰς αἰγίλιψ ἀπρόσ-
  4. δεικτος οἰόφρων κρεμὰς
  5. γυπιὰς πέτρα, βαθὺ
  6. πτῶμα μαρτυροῦσά μοι,
  7. πρὶν δαΐκτορος βίᾳ
  8. καρδίας γάμου κυρῆσαι;
Χορός
  1. κυσὶν δʼ ἔπειθʼ ἕλωρα κἀπιχωρίοις
  2. ὄρνισι δεῖπνον οὐκ ἀναίνομαι πέλειν·
  3. τὸ γὰρ θανεῖν ἐλευθεροῦ-
  4. ται φιλαιάκτων κακῶν. ἐλθέτω