Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- πράξας ἀρωγήν· ἄγγελον δʼ οὐ μέμψεται
- πόλις γέρονθʼ, ἡβῶντα δʼ εὐγλώσσῳ φρενί.
- ἰὼ γᾶ βοῦνι, πάνδικον σέβας,
- τί πεισόμεσθα; ποῖ φύγωμεν Ἀπίας
- χθονός, κελαινὸν εἴ τι κεῦθός ἐστί που;
- μέλας γενοίμαν καπνὸς
- νέφεσσι γειτονῶν Διός·
- τὸ πᾶν δʼ ἄφαντος
- ἀμπετὴς ἀιδνὸς ὡς
- κόνις ἄτερθε πτερύγων ὀλοίμαν.
- ἄφυκτον δʼ οὐκέτʼ ἂν πέλοι κακόν·
- κελαινόχρως δὲ πάλλεταί μου καρδία.
- πατρὸς σκοπαὶ δέ μʼ εἷλον· οἴχομαι φόβῳ.
- θέλοιμι δʼ ἂν μορσίμου
- βρόχου τυχεῖν ἐν ἀρτάναις,